Ορθοδοξία |Ι.Μ Ευαγγελισμού της Θεοτόκου Σκιάθου. Εσπερινός της μεγάλης δεσποτικής εορτής της αναλήψεως....otisimvenistinskiathonews.GR

Ιερά Κοινοβιακή Μονή Ευαγγελισμού της Θεοτόκου Σκιάθου 

Εσπερινός της μεγάλης δεσποτικής εορτής της 

Αναλήψεως 18:00 με 19:00

ΕΣΠΕΡΙΝΟΣ ΑΝΑΛΗΨΕΩΣ
Tῇ Τετάρτῃ τς κτης βδομδος π το Πσχα

ὁ Ἱερες: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ α’ χορός: μήν.
 ναγνστης:
  • ·         Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
  • ·       Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.
  • ·       Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμς ργ’ (103)
  • ·       Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
  • ·       Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
  • ·       Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.
  • ·       Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
  • ·       Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
  • ·       Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
  • ·       Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
  • ·       Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
  • ·       Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτά.
  • ·       Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
  • ·       Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνάμεσον τῶν ὀρέων διελεύσονται ὕδατα.
  • ·       Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
  • ·       Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
  • ·       Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
  • ·       Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.
  • ·       Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
  • ·       Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
  • ·       Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας.
  • ·       Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
  • ·        Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς.
  • ·        Ἐποίησε σελήνην εἰς καιρούς ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
  • ·       Ἔθου σκότος, καὶ ἐγένετο νύξ ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
  • ·       Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
  • ·       Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
  • ·       Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
  • ·       Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
  • ·       Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
  • ·       Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
  • ·       Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον δόντος σου αὐτοῖς συλλέξουσιν.
  • ·       Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται.
  • ·       Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
  • ·       Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
  • ·       Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
  • ·       Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται.
  • ·       ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
  • ·      Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
  • ·       Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Κα πλιν
  • ·       Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ ἔθου σκότος, καὶ ἐγένετο νύξ.
  • ·       Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε πάντα ἐν σοφίᾳ ἐποίησας.
Δξα Πατρί… Κα νν …
λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ’).
 ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
                       ὁ διάκονος:
  • ·       ν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
  •          ὁ α’ χορόςΚύριε ἐλέησον….
  • ·       Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (το δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
  • ·       Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
  • ·       Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
  • ὁ α’ χορςΣοὶ Κύριε.
τι πρπει σοι, πσα δξα, τιμ κα προσκνησις, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ α’ χορός
Ἦχος πλ.β’.  Ψαλμς ρμ’ (140)
  • μήν. Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.
     ὁ β’ χορός
  • Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.
ὁ α’ χορός
  • Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
ὁ β’ χορός
  • Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
ὁ α’ χορός
  • Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
ὁ β’ χορός
  •  Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
ὁ α’ χορός
  • τι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
ὁ β’ χορός
  •  Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
ὁ α’ χορός
  • τι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
ὁ β’ χορός
  •  Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
ὁ α’ χορός
  •  Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί, κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
  • Ψαλμὸς ρμα’ (141)
ὁ β’ χορός
  • Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
ὁ α’ χορός
  •  κχεῶ  ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
ὁ β’ χορός
  • Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
ὁ α’ χορός
  • ν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
ὁ β’ χορός
  •  Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ  οὐκ  ἦν ὁ ἐπιγινώσκων με.
ὁ α’ χορός
  •  πώλετο φυγὴ ἀπ’ ἐμοῦ καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
ὁ β’ χορός
  •  κέκραξα πρὸς σέ, Κύριε εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.
ὁ α’ χορός
  •  Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
ὁ β’ χορός
  • ῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
ὁ α’ χορός
  • ξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
ὁ β’ χορός
  • μὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῶς μοι.
ὁ α’ χορός
  • κ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.
ὁ β’ χορός
  • Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
ὁ α’ χορός
Στιχηρὰ ἰδιόμελα
Στίχ. ὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ἦχος πλ. β’
 Κύριος ἀνελήφθη εἰς οὐρανούς, ἵνα πέμψῃ τὸν Παράκλητον τῷ κόσμῳ, οἱ οὐρανοὶ ἡτοίμασαν τὸν θρόνον αὐτοῦ, νεφέλαι τὴν ἐπίβασιν αὐτοῦ, Ἄγγελοι θαυμάζουσιν, ἄνθρωπον ὁρῶντες ὑπεράνω αὐτῶν, ὁ Πατὴρ ἐκδέχεται, ὃν ἐν κόλποις ἔχει συναϊδιον. Τὸ Πνεῦμα τὸ ἅγιον κελεύει πᾶσι τοῖς Ἀγγέλοις αὐτοῦ΄ Ἄρατε πύλας οἱ ἄρχοντες ἡμῶν. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας΄ ὅτι ἀνέβη Χριστός, ὅπου ἦν τὸ πρότερον.
ὁ β’ χορός
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
 Κύριος ἀνελήφθη εἰς οὐρανούς…
ὁ α’ χορός
Στίχ. πὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Κύριε, τῇ σῇ Ἀναλήψει, ἐξεπλάγησαν τὰ Χερουβίμ, , θεωρήσαντά σε τὸν Θεόν, ἐπὶ νεφελῶν ἀνερχόμενον, τὸν ἐπ’ αὐτῶν καθεζόμενον, καὶ δοξάζομέν σε, ὅτι χρηστόν τὸ ἔλεός σου΄ δόξα σοι.
ὁ β’ χορός
Στίχ. τι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις’ καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
ν τοῖς ὄρεσι τοῖς ἁγίοις, θεωροῦντές σου τὰς ὑψώσεις Χριστέ, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρός, ἀνυμνοῦμέν σου τὴν φωτοειδῆ τοῦ προσώπου μορφήν΄ προσκυνοῦμέν σου τὰ παθήματα΄ τιμῶμεν τὴν Ἀνάστασιν, τὴν ἔνδοξον Ἀνάληψιν δοξάζοντες΄ ἐλέησον ἡμᾶς.
 ὁ α’ χορός
Στίχ. Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτὸν πάντες οἱ λαοί.
Κύριε, οἱ Ἀπόστολοι ὡς εἶδον σε, ἐν νεφέλαις ἐπαιρόμενον, ὀδυρμοῖς δακρύων, ζωοδότα Χριστέ, κατηφείας πληρούμενοι, θρηνοῦντες ἔλεγον΄ Δέσποτα, μὴ ἐάσῃς ἡμᾶς ὀρφανούς, οὓς δι’ οἶκτον ἠγάπησας δούλους σου, ὡς εὔσπλαγχνος΄ ἀλλ’ ἀπόστειλον, ὡς ὑπέσχου ἡμῖν, τὸ πανάγιόν σου Πνεῦμα, φωταγωγοῦν τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Κύριε, τῆς οἰκονομίας πληρώσας τὸ μυστήριον, παραλαβὼν τοὺς σοὺς Μαθητάς, εἰς τὸ ὄρος τῶν Ἐλαιῶν ἀνελάμβανες, καὶ ἰδού, τὸ στερέωμα τοῦ οὐρανοῦ παρῆλθες, ὁ δι’ ἐμὲ πτωχεύσας κατ’ ἐμέ, καὶ ἀναβάς, ὅθεν οὐκ ἐχωρίσθης, τὸ πανάγιόν σου Πνεῦμα ἐξαπόστειλον, φωτίζον τὰς ψυχὰς ἡμῶν.
 ὁ α’ χορός
Δξα Πατρί… χος πλ. β’
ὁ β’ χορός
Κα νν…
 ὁ α’ χορός
Τῶν κόλπων τῶν πατρικῶν μὴ χωρισθείς, γλυκύτατε Ἰησοῦ, καὶ τοῖς ἐπὶ γῆς ὡς ἄνθρωπος συναναστραφείς, σήμερον ἀπ’ ὄρους τῶν Ἐλαιῶν ἀνελήφθης ἐν δόξῃ΄ καὶ τὴν πεσοῦσαν φύσιν ἡμῶν συμπαθῶς ἀνυψώσας, τῷ Πατρὶ συνεκάθισας. Ὅθεν αἱ οὐράνιαι τῶν ἀσωμάτων τάξεις, τὸ θαῦμα ἐκπληττόμεναι, ἐξίσταντο θάμβει΄ καὶ τρόμῳ συνεχόμεναι, τὴν σὴν φιλανθρωπίαν ἐμεγάλυνον. Μεθ’ ὧν καὶ ἡμεῖς οἱ ἐπὶ γῆς, τὴν πρὸς ἡμᾶς σου συγκατάβασιν, καὶ τὴν ἀφ’ ἡμῶν Ἀνάληψιν δοξολογοῦντες, ἱκετεύομεν λέγοντες΄ Ὁ τοὺς μαθητὰς καὶ τὴν τεκοῦσάν σε Θεοτόκον, χαρᾶς ἀπείρου πλήσας ἐν τῇ σῇ Ἀναλήψει, καὶ ἡμᾶς ἀξίωσον, τῶν ἐκλεκτῶν σου τῆς χαρᾶς, εὐχαῖς αὐτῶν, διὰ τὸ μέγα σου ἔλεος.
 Εσοδος.

Σοφα ρθοί !

χος β’
Φῶς ἱλαρὸν ἁγίας δόξης, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς, Διὸ ὁ κόσμος σὲ δοξζει.
σπρας Προκεμενον
Τῇ Τετάρτῃ ἑσπέρας
Ἦχος β’
ὁ α’ χορός
 Θεός, ἐν τῷ ὀνόματι σου σῶσον με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
ὁ β’ χορός
 Θεός, ἐν τῷ ὀνόματι σου σῶσον με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
ὁ α’ χορός
Στχ.  Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τά ρήματα τοῦ στόματός μου.
 Θεός, ἐν τῷ ὀνόματι σου σῶσον με, κα ν τ δυνμει σου κρινες με.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. Β’, 2)
Τάδε λέγει Κύριος΄ Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, ἐμφανὲς τὸ ὄρος τοῦ Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ ἄκρων τῶν ὀρέων΄ καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτῷ πάντα τὰ ἔθνη΄ καὶ πορεύσονται λαοὶ πολλοί, καὶ ἐροῦσι΄ Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ΄ καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. ΞΒ’, 10 ΞΓ’, 1)
Τάδε λέγει Κύριος΄ Πορεύεσθε, περιέλθετε διὰ τῶν πυλῶν μου΄ σκευάσατε τὴν ὁδόν μου, καὶ ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῤῥίψατε΄ ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη. Ἰδοὺ γὰρ ὁ Κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς. Εἴπατε τῇ θυγατρὶ Σιών΄ Ἰδοὺ ὁ Σωτήρ σου παραγέγονεν, ἔχων τὸν ἑαυτοῦ μισθὸν μεθ’ αὐτοῦ, καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ. Καὶ καλέσει αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου΄ σὺ δὲ κληθήσῃ, Ἐπιζητουμένη πόλις, καὶ οὐκ ἐγκαταλελειμμένη. Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ, οὕτως ὡραῖος ἐν στολῇ αὐτοῦ; βοᾷ μετὰ ἰσχύος πολλῆς΄ Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; Πλήρης καταπεπατημένης΄ ληνὸν ἐπάτησα μονώτατος, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ’ ἐμοῦ. Τὸν ἔλεον Κυρίου ἐμνήσθην, τὰς ἀρετὰς Κυρίου ἀναμνήσω, τὴν αἴνεσιν Κυρίου ἐπὶ πᾶσιν, οἷς ἡμῖν ἀνταποδίδωσι. Κύριος, κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραήλ΄ ἐπάγει ἡμῖν κατὰ ἔλεον αὐτοῦ, καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ. Καὶ εἶπεν΄ Οὐχὶ λαός μου ἐστέ; τέκνα, καὶ οὐ μὴ ἀθετήσωσι΄ καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν ἐκ πάσης θλίψεως αὐτῶν. Οὐ πρέσβυς, οὐδὲ Ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπᾶν αὐτούς, καὶ φείδεσθαι αὐτῶν. Αὐτὸς ἐλυτρώσατο αὐτούς, καὶ ἀνέλαβεν αὐτούς, καὶ ὑπερύψωσεν αὐτούς, πάσας τὰς ἡμέρας τοῦ αἰῶνος.
Προφητείας Ζαχαρίου τὸ Ἀνάγνωσμα
(Κεφ. ΙΔ’, 4)
Τάδε λέγει Κύριος΄ Ἰδοὺ ἡμέρα ἔρχεται Κυρίου, καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν Ἐλαιῶν, τὸ κατέναντι Ἱερουσαλήμ, ἐξ ἀνατολῶν ἡλίου. Καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην΄ ἐν θέρει, καὶ ἐν ἔαρι ἔσται οὕτω. Καὶ ἔσται Κύριος εἰς Βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν΄ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλῶν πᾶσαν τὴν γῆν, καὶ τὴν ἔρημον ἀπὸ Γαβαᾶ ἕως Ῥεμμῶν, κατὰ νότον Ἱερουσαλήμ΄ καὶ ὑψωθήσεται, καὶ ἐπὶ τοῦ τόπου μενεῖ, ἀπὸ τῆς πύλης Βενιαμίν, ἕως τοῦ τόπου τῆς πύλης τῆς πρώτης, ἕως τῆς πύλης τοῦ Γομόρ, καὶ ἕως τοῦ πύργου Ἀναμεήλ, καὶ ἕως τοῦ πύργου τῶν γωνιῶν, καὶ ἕως τῶν ὑποληνίων τοῦ Βασιλέως. Κατοικήσουσιν ἐν αὐτῇ, καὶ ἀνάθεμα οὐκέτι ἔσται, καὶ κατοικήσει Ἱερουσαλὴμ πεποιθότως.
  •  Ὁ διάκονος:
  •           Εἴπωμεν πάντες ἐξ ὅλης της ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
  • Κύριε ἐλέησον (ἅπαξ).
  • ·       Κύριε παντοκράτορ ὁ Θεός τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
  •  Κύριε ἐλέησον (ἅπαξ).
  •         Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
  • ·Κύριε ἐλέησον (ἐκ τρίτου).
  •         Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
  •  Κύριε ἐλέησον (ἐκ τρίτου).
  •         Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν , καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
  •  Κύριε ἐλέησον (ἐκ τρίτου).
  •        Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων του Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει) ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
  • Κύριε ἐλέησον (ἐκ τρίτου)
  • ·       Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
  • Κύριε ἐλέησον (ἐκ τρίτου)
  • ·       Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Κύριε ἐλέησον (ἅπαξ)
τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν , τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Προεστὼς ἢ ὁ ναγνστης:
μήν. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. μν.
  • · Ὁ διάκονος:
  •        Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
  • Κύριε ἐλέησον.
  • ·      ντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
  • Κύριε ἐλέησον.
  • ·       Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       γγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα των ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
  • Παράσχου Κύριε.
  • ·       Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
  •     Σοὶ Κύριε.
τι γαθς κα φιλνθρωπος Θες πρχεις, κα σο τν δξαν ναπμπομεν, τ Πατρ κα τ Υἱῷ κα τ γίῳ Πνεματι, νν κα ε κα ες τοὺς αἰῶνας των αἰώνων.
 Χορς: μήν.
Εἰρήνη πᾶσι.
Καὶ τῷ πνεύματί σου.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Σοί, Κύριε.
Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου. Σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ, οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας; οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν, οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργίας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.
Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

πστιχα
Στιχηρὰ Ἰδιόμελα  
ὁ α’ χορός
χος β’
τέχθης ὡς αὐτὸς ἠθέλησας, ἐφάνης, ὡς αὐτὸς ἠβουλήθης΄ ἔπαθες σαρκί, ὁ Θεὸς ἡμῶν, ἐκ νεκρῶν ἀνέστης, πατήσας τὸν θάνατον΄ ἀνελήφθης ἐν δόξῃ, ὁ τὰ σύμπαντα πληρῶν΄ καὶ ἀπέστειλας ἡμῖν Πνεῦμα θεῖον, τοῦ ἀνυμνεῖν καὶ δοξάζειν σου τὴν Θεότητα.
·        ὁ β’ χορός
Στίχ. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
ναλαμβανομένου σου Χριστέ, ἐκ τοῦ ὄρους τῶν Ἐλαιῶν, αἱ δυνάμεις ὁρῶσαι ἑτέρᾳ τῇ ἑτέρα ἐβόων΄ Τίς ἐστιν οὗτος; καὶ φησὶ πρὸς αὐτάς΄ Οὗτός ἐστιν ὁ κραταιός καὶ δυνάστης, οὗτός ἐστιν ὁ δυνατὸς ἐν πολέμῳ, οὗτός ἐστιν ἀληθῶς ὁ Βασιλεὺς τῆς δόξης. Καὶ ἵνα τὶ αὐτοῦ ἐρυθρὰ τὰ ἱμάτια; Ἐκ Βοσὸρ ἥκει, ὅπερ ἐστί, τῆς σαρκός. Αὐτὸς δὲ ὡς Θεὸς ἐν δεξιᾷ καθίσας τῆς μεγαλωσύνης, ἀπέστειλας ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον ἵνα ὁδηγήσῃ, καὶ σώσῃ τὰς ψυχὰς ἡμῶν.
·        ὁ α’ χορός
Στίχ. νέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
νελήφθης ἐν δόξῃ, ἐκ τοῦ ὄρους τῶν Ἐλαιῶν Χριστὲ ὁ Θεὸς ἐνώπιον τῶν σῶν Μαθητῶν, καὶ ἐκάθισας ἐν δεξιᾷ τοῦ Πατρὸς ὁ τὰ σύμπαντα πληρῶν τῇ Θεότητι, καὶ ἀπέστειλας αὐτοῖς Πνεῦμα τὸ ἅγιον, τὸ φωτίζον, καὶ στηρίζον, καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν.
 ὁ β’ χορός
Δξα Πατρί… ἦχος πλ.β’
ὁ α’ χορός
Κα νν…
 ὁ β’ χορός
νέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, τοῦ ἀνυψῶσαι τὴν πεσοῦσαν εἰκόνα τοῦ Ἀδάμ, καὶ ἀποστεῖλαι Πνεῦμα Παράκλητον, τοῦ ἁγιάσαι τὰς ψυχὰς ἡμῶν.
 προεστὼς: Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων των λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
 ναγνστης: γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ’).
Δξα Πατρὶ… Κα νν…
  • ·       Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
  • ·       Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
  • ·       Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
  • ·       γιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
  • ·       ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δξα Πατρί… Κα νν…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
ὁ ἱερεύς:
τι σοῦ στν  βασιλεα κα  δναμις κα  δξα τοῦ Πατρς κα τοῦ Υο κα τοῦ γου Πνεματος, νν κα ε κα ες τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ α’ χορός
Ἀπολυτίκιον. Ἦχος δ’
νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.
ὁ β’χορὸς
νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν,…
ὁ α’χορὸς
νελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ,  λυτρωτς το κσμου.
πόλυσις  
«…῾Ο ἐν δόξῃ ἀναληφθείς ἀφ’ ἡμῶν εἰς τούς οὐρανούς καί ἐν δεξιᾷ καθίσας τοῦ Θεοῦ καί Πατρός, Χριστός ὁ ἀληθινός Θεός…»
Δεν υπάρχει διαθέσιμη περιγραφή για τη φωτογραφία.

Σχόλια

Δημοφιλείς αναρτήσεις