Ορθοδοξία | Άγιος Αντώνιος ο Μέγας | Πέμπτη 17 Ιανουαρίου 2019
Άγιος Αντώνιος ο Μέγας
Πολιούχος: Περιστέρι Αττικής
Ἔχει τι μεῖζον οὐρανὸς καὶ τῶν Νόων,
Ἔξαρχον Ἀντώνιον Ἀσκητῶν ἔχων.
Ἑβδομάτῃ δεκάτῃ Ἀντώνιον ἔνθεν ἄειραν.
Ἔξαρχον Ἀντώνιον Ἀσκητῶν ἔχων.
Ἑβδομάτῃ δεκάτῃ Ἀντώνιον ἔνθεν ἄειραν.
Βιογραφία
Ο Μέγας Αντώνιος γεννήθηκε το 251 μ.Χ. στην Άνω Αίγυπτο από πλούσιους και ενάρετους γονείς, τους οποίους έχασε σε νεαρή ηλικία. Συγκεντρώνει όμως την προσοχή του στην μυστική θεωρία των μοναχών της ερήμου και στην φροντίδα της μικρής αδελφής του. Γρήγορα αποφασίζει να εγκαταλείψει τα εγκόσμια και αναχωρεί για την έρημο, αφού πρώτα τακτοποίησε την μικρότερη αδελφή του και μοίρασε την μεγάλη πατρική περιουσία στους φτωχούς της περιοχής του.

Στην έρημο παίδευσε την ψυχή του και τιθάσευσε τα πάθη του φθάνοντας στα ανώτατα όρια της άσκησης ώστε η ψυχή του αγίου μπορούσε να εξέρχεται του σώματός του ενώ βρισκόταν ακόμη εν ζωή. Γίνεται το πρότυπο των ασκητών. Πολλοί εξ αυτών έφθαναν στην έρημο για να τον ακούσουν και να τον συμβουλευθούν. Παρέδωσε την μακάρια ψυχή του στον μισθαποδότη Θεό σε ηλικία 105 ετών.
Αν και, όπως λέγει ο Μέγας Αθανάσιος, μία από τις τελευταίες επιθυμίες του Οσίου Αντωνίου ήταν να μείνει κρυφός ο τόπος της ταφής του, οι μοναχοί που μόναζαν κοντά του έλεγαν ότι κατείχαν το ιερό λείψανό του, το οποίο επί Ιουστινιανού (561 μ.Χ.), κατατέθηκε στην Εκκλησία του Αγίου Ιωάννου του Προδρόμου στην Αλεξάνδρεια και από εκεί αργότερα, το 635 μ.Χ., μεταφέρθηκε στην Κωνσταντινούπολη.
Η Σύναξή του ετελείτο στη Μεγάλη Εκκλησία.
Ἀπολυτίκιον
Ἦχος δ’.
Τόν ζηλωτήν Ἠλίαν τοῖς τρόποις μιμούμενος, τῷ Βαπτιστῇ εὐθείαις ταῖς τρίβοις ἑπόμενος, Πάτερ Ἀντώνιε, τῆς ἐρήμου γέγονας οἰκιστής, καί τήν οἰκουμένην ἐστήριξας εὐχαῖς σου· διό πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.

Κοντάκιον
Ἦχος β’. Τά ἄνω ζητῶν
Τούς βιωτικούς θορύβους ἀπωσάμενος, ἡσυχαστικῶς τόν βίον ἐξετέλεσας, τόν Βαπτιστήν μιμούμενος, κατά πάντα τρόπον Ὁσιώτατε. Σύν αὐτῷ οὖν σέ γεραίρομεν, Ἀντώνιε Πάτερ, τῶν Πατέρων κρηπίς.

Ἀπόστολος
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ ΙΓ´ 17 - 21
17 Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. 18 Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. 19 περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. 20 Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν, 21 καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Εὐαγγέλιον
ΚΑΤΑ ΛΟΥΚΑΝ Ϛ´ 7 - 23
7 Παρετήρουν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ θεραπεύσει, ἵνα εὕρωσι κατηγορίαν αὐτοῦ. 8 αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, καὶ εἶπε τῷ ἀνθρώπῳ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· Ἔγειρε καὶ στῆθι εἰς τὸ μέσον· ὁ δὲ ἀναστὰς ἔστη. 9 εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτούς· Ἐπερωτήσω ὑμᾶς τὶ ἔξεστι τοῖς σάββασιν, ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; 10 καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ· Ἔκτεινον τὴν χεῖρά σου. ὁ δὲ ἐποίησε, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ ὡς ἡ ἄλλη. 11 αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσειαν τῷ Ἰησοῦ. 12 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ. 13 καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ’ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασε, 14 Σίμωνα, ὃν καὶ ὠνόμασε Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην, Φίλιππον καὶ Βαρθολομαῖον, 15 Ματθαῖον καὶ Θωμᾶν, Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτὴν, 16 Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ ἐγένετο προδότης, 17 καὶ καταβὰς μετ’ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, 18 καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· 19 καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. 20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 21 μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. 22 μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 23 χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.

Ἦχος - Ἑωθινόν Εὐαγγέλιον
Τοῦ Ὁσίου Πατρός ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου. Ἀντωνίου τοῦ νέου τοῦ ἐν τῇ Σκήτῃ τῆς Βερροίας ἀσκήσαντος καί Γεωργίου Νεομάρτυρος τοῦ ἐν Ἰωαννίνοις.
πηγή: †Εορτολόγιο 2019†
Σχόλια
Δημοσίευση σχολίου